| |
| Koor |
759 | Ik bid dat de god die de reiziger gidst |
760 | u naar huis begeleidt, dat het streven |
761 | dat al uw gedachten beheerst wordt bekroond, |
762 | want als een ware edelman, Aigeus, |
763 | heb ik u leren kennen. |
| Μήδεια |
764 | Ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς, |
765 | νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι, |
766 | γενησόμεσθα κἀς ὁδὸν βεβήκαμεν, |
767 | νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην. |
768 | Οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ᾽ ἐκάμνομεν |
769 | λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων· |
770 | ἐκ τοῦδ᾽ ἀναψόμεσθα πρυμνήτην κάλων, |
771 | μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος. |
772 | Ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα |
773 | λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους. |
774 | Πέμψασ᾽ ἐμῶν τιν᾽ οἰκετῶν Ἰάσονα |
775 | ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι. |
776 | Μολόντι δ᾽ αὐτῷ μαλθακοὺς λέξω λόγους, |
777 | †ὡς καὶ δοκεῖ μοι ταῦτα καὶ καλῶς ἔχει† |
778 | γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει, |
779 | καὶ ξύμφορ᾽ εἶναι καὶ καλῶς ἐγνωσμένα. |
780 | Παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, |
781 | οὐχ ὡς λιποῦσ᾽ ἂν πολεμίας ἐπὶ χθονὸς |
782 | [ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι], |
783 | ἀλλ᾽ ὡς δόλοισι παῖδα βασιλέως κτάνω. |
784 | Πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν, |
785 | [νύμφῃ φέροντας, τήνδε μὴ φεύγειν χθόνα,] |
786 | λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· |
787 | κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ, |
788 | κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγῃ κόρης· |
789 | τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. |
790 | Ἐνταῦθα μέντοι τόνδ᾽ ἀπαλλάσσω λόγον. |
791 | ᾬμωξα δ᾽ οἷον ἔργον ἔστ᾽ ἐργαστέον |
792 | τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ |
793 | τἄμ᾽· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· |
794 | δόμον τε πάντα συγχέασ᾽ Ἰάσονος |
795 | ἔξειμι γαίας, φιλτάτων παίδων φόνον |
796 | φεύγουσα καὶ τλᾶσ᾽ ἔργον ἀνοσιώτατον. |
797 | Οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. |
798 | [Ἴτω· τί μοι ζῆν κέρδος; Οὔτε μοι πατρὶς |
799 | οὔτ᾽ οἶκος ἔστιν οὔτ᾽ ἀποστροφὴ κακῶν.] |
800 | Ἡμάρτανον τόθ᾽ ἡνίκ᾽ ἐξελίμπανον |
801 | δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις |
802 | πεισθεῖσ᾽, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην. |
803 | Οὔτ᾽ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε |
804 | ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου |
805 | νύμφης τεκνώσει παῖδ᾽, ἐπεὶ κακὴν κακῶς |
806 | θανεῖν σφ᾽ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. |
807 | Μηδείς με φαύλην κἀσθενῆ νομιζέτω |
808 | μηδ᾽ ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου, |
809 | βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· |
810 | τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. |
| |
| Europides, Medea 759-810 |