Background image

terug

Euripides, Medea 759-810

Koor
759Ik bid dat de god die de reiziger gidst
760u naar huis begeleidt, dat het streven
761dat al uw gedachten beheerst wordt bekroond,
762want als een ware edelman, Aigeus,
763heb ik u leren kennen.
Μήδεια
764Ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς,
765νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
766γενησόμεσθα κἀς ὁδὸν βεβήκαμεν,
767νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
768Οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ᾽ ἐκάμνομεν
769λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων·
770ἐκ τοῦδ᾽ ἀναψόμεσθα πρυμνήτην κάλων,
771μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
772Ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
773λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
774Πέμψασ᾽ ἐμῶν τιν᾽ οἰκετῶν Ἰάσονα
775ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι.
776Μολόντι δ᾽ αὐτῷ μαλθακοὺς λέξω λόγους,
777†ὡς καὶ δοκεῖ μοι ταῦτα καὶ καλῶς ἔχει†
778γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,
779καὶ ξύμφορ᾽ εἶναι καὶ καλῶς ἐγνωσμένα.
780Παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
781οὐχ ὡς λιποῦσ᾽ ἂν πολεμίας ἐπὶ χθονὸς
782[ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι],
783ἀλλ᾽ ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
784Πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν,
785[νύμφῃ φέροντας, τήνδε μὴ φεύγειν χθόνα,]
786λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον·
787κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
788κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγῃ κόρης·
789τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
790Ἐνταῦθα μέντοι τόνδ᾽ ἀπαλλάσσω λόγον.
791ᾬμωξα δ᾽ οἷον ἔργον ἔστ᾽ ἐργαστέον
792τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ
793τἄμ᾽· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται·
794δόμον τε πάντα συγχέασ᾽ Ἰάσονος
795ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
796φεύγουσα καὶ τλᾶσ᾽ ἔργον ἀνοσιώτατον.
797Οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
798[Ἴτω· τί μοι ζῆν κέρδος; Οὔτε μοι πατρὶς
799οὔτ᾽ οἶκος ἔστιν οὔτ᾽ ἀποστροφὴ κακῶν.]
800Ἡμάρτανον τόθ᾽ ἡνίκ᾽ ἐξελίμπανον
801δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
802πεισθεῖσ᾽, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
803Οὔτ᾽ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
804ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
805νύμφης τεκνώσει παῖδ᾽, ἐπεὶ κακὴν κακῶς
806θανεῖν σφ᾽ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
807Μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
808μηδ᾽ ἡσυχαίαν ἀλλὰ θατέρου τρόπου,
809βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ·
810τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
  Europides, Medea 759-810

Aantekeningen
Regel 770

Regel 771
Regel 779
Regel 791
Regel 797
Regel 799
Regel 800
Regel 804
πρυμνήτης van de achtersteven
ὁ κάλως kabel
τὸ πόλισμα stad
ξύμφορος nuttig
ἐργαστέον ἐστί het moet gedaan worden
τλητός te verdragen
ἡ ἀποστροφή redding
ἐξελίμπανον = ἐξέλειπον
νεόζυγος pas gehuwd